Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.223 Joseph. AJ 4.227 (English) >>Joseph. AJ 4.231

4.225

Ὅρους γῆς μὴ ἐξέστω κινεῖν μήτε οἰκείας μήτʼ ἀλλοτρίας πρὸς οὕς ἐστιν ὑμῖν εἰρήνη, φυλαττέσθω δʼ ὥσπερ θεοῦ ψῆφον βεβαίαν εἰς αἰῶνα κειμένην ἀναιρεῖν, ὡς πολέμων ἐντεῦθεν καὶ στάσεων γινομένων ἐκ τοῦ πλεονεκτοῦντας προσωτέρω χωρεῖν βούλεσθαι τῶν ὅρων· μὴ γὰρ μακρὰν εἶναι τοῦ καὶ τοὺς νόμους ὑπερβαίνειν τοὺς τὸν ὅρον μετακινοῦντας. 4.226

Γῆν φυτεύσας, πρὸ ἐτῶν τεσσάρων ἂν καρπὸν προβάλῃ τὰ φυτά, μήτε τῷ θεῷ ἀπαρχὰς ἐντεῦθεν ἀποφερέτω μήτʼ αὐτὸς χρήσθω· οὐ γὰρ κατὰ καιρὸν τοῦτον ὑπʼ αὐτῶν ἐνεχθῆναι, βιασαμένης δὲ τῆς φύσεως ἀώρως μήτε τῷ θεῷ ἁρμόζειν μήτʼ αὐτῷ τῷ δεσπότῃ χρῆσθαι. 4.227τῷ δὲ τετάρτῳ τρυγάτω πᾶν τὸ γενόμενον, τότε γὰρ ὥριον εἶναι, καὶ συναγαγὼν εἰς τὴν ἱερὰν πόλιν κομιζέτω, καὶ σὺν τῇ δεκάτῃ τοῦ ἄλλου καρποῦ μετὰ τῶν φίλων εὐωχούμενος ἀναλισκέτω καὶ μετʼ ὀρφανῶν καὶ χηρευουσῶν γυναικῶν. πέμπτου δὲ ἔτους κύριος ἔστω τὰ φυτὰ καρποῦσθαι. 4.228

Τὴν ἀμπέλοις κατάφυτον γῆν μὴ σπείρειν· ἀρκεῖσθαι γὰρ αὐτὴν τρέφειν τοῦτο τὸ φυτὸν καὶ τῶν ἐξ ἀρότρου πόνων ἀπηλλάχθαι. βουσὶν ἀροῦν τὴν γῆν, καὶ μηδὲν τῶν ἑτέρων ζῴων σὺν αὐτοῖς ὑπὸ ζεύγλην ἄγοντας, ἀλλὰ κατʼ οἰκεῖα γένη κἀκείνοις ποιεῖσθαι τὸν ἄροτον. εἶναι δὲ καθαρὰ τὰ σπέρματα καὶ ἀνεπίμικτα, καὶ μὴ σύνδυο καὶ τρία σπείρειν· οὐ γὰρ τῇ τῶν ἀνομοίων κοινωνίᾳ χαίρειν τὴν φύσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.223 Joseph. AJ 4.227 (English) >>Joseph. AJ 4.231

Powered by PhiloLogic